Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.17 Joseph. AJ 4.22 (English) >>Joseph. AJ 4.26

4.20

Ἐβούλετο μὲν οὖν ταῦτα λέγων Κορῆς τοῦ κοινοῦ προνοεῖσθαι δοκεῖν, ἔργῳ δὲ εἰς ἑαυτὸν ἐπραγματεύετο τὴν παρὰ τοῦ πλήθους τιμὴν μεταστῆσαι. καὶ μὲν ταῦτα κακοήθως μετʼ εὐπρεπείας πρὸς τοὺς φυλέτας ἔλεγε. 4.21προϊόντος δʼ εἰς τοὺς πλείονας κατʼ ὀλίγον τοῦ λόγου καὶ τῶν ἀκροωμένων προστιθεμένων ταῖς κατὰ Ἀαρῶνος διαβολαῖς ἀναπίμπλαται τούτων ἅπας στρατός. ἦσαν δὲ οἱ συντεταγμένοι τῷ Κορῇ πεντήκοντα καὶ διακόσιοι τῶν πρώτων ἄνδρες σπεύδοντες ἀφελέσθαι τὴν ἱερωσύνην τὸν Μωυσέος ἀδελφὸν καὶ τοῦτον αὐτὸν ἀτιμοῦν. 4.22ἀνηρέθιστο δὲ καὶ τὸ πλῆθος καὶ βάλλειν τὸν Μωυσῆν ὡρμήκεσαν, εἴς τε ἐκκλησίαν ἀκόσμως μετὰ θορύβου καὶ ταραχῆς συνελέγοντο, καὶ πρὸ τῆς σκηνῆς τοῦ θεοῦ στάντες ἐβόων ἥκειν τὸν τύραννον καὶ τῆς ἀπʼ αὐτοῦ δουλείας ἀπηλλάχθαι τὸ πλῆθος, τῇ τοῦ θεοῦ προφάσει βίαια προστάγματα κελεύοντος· 4.23τὸν γὰρ θεόν, εἴπερ αὐτὸς ἦν τὸν ἱερωσόμενον ἐκλεγόμενος, τὸν ἄξιον ἂν εἰς τὴν τιμὴν παράγειν, οὐχὶ τοῖς πολλῶν ὑποδεεστέροις ταύτην φέροντα προσνεῖμαι, κρίνοντά τε παρασχεῖν Ἀαρῶνι ταύτην ἐπὶ τῷ πλήθει ποιήσασθαι τὴν δόσιν, ἀλλʼ οὐκ ἐπὶ τἀδελφῷ καταλιπεῖν. 4.24

Μωυσῆς δὲ τὴν Κορέου διαβολὴν ἐκ πολλοῦ προειδὼς καὶ τὸν λαὸν παροξυνόμενον ἰδὼν οὐκ ἔδεισεν, ἀλλὰ θαρρῶν οἷς περὶ τῶν πραγμάτων καλῶς ἐβουλεύετο καὶ τὸν ἀδελφὸν εἰδὼς κατὰ τὴν τοῦ θεοῦ προαίρεσιν τῆς ἱερωσύνης τυχεῖν, ἀλλʼ οὐ κατὰ τὴν αὐτοῦ χάριν, ἧκεν εἰς τὴν ἐκκλησίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.17 Joseph. AJ 4.22 (English) >>Joseph. AJ 4.26

Powered by PhiloLogic